Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.301 Joseph. AJ 17.306 (English) >>Joseph. AJ 17.311

17.304

Λόγου οὖν τοῖς Ἰουδαίων πρέσβεσι δοθέντος, οἳ ἐπὶ καταλύσει τῆς βασιλείας ἤλπιζον λέγειν, ἐπὶ κατηγορίᾳ τῶν Ἡρώδου παρανομιῶν τρέπονται, βασιλέα μὲν ὀνόματι ἀποφαίνοντες αὐτόν, τῶν δʼ ἐν ταῖς τυραννίσιν ἑκάστης τὸ ἀνήκεστον ἀναδεξάμενον εἰς ταὐτὸν ἐπʼ ὀλέθρῳ τῶν Ἰουδαίων συνθέντα χρῆσθαι τὰ πολλὰ καὶ φύσει τῇ αὐτοῦ προσκαινουργεῖν οὐκ ἀπηλλαγμένον. 17.305πολλῶν γοῦν ὄντων, οἳ ὀλέθροις ἀπολώλοιεν οὐχ ἱστορήσειν πω πρότερον, πολλῷ δὲ δυστυχεστέρους πάθους ἐκείνων τοὺς ζῶντας εἶναι, οὐ μόνον ὧν ὄψει καὶ διανοίᾳ ἐπʼ αὐτοῖς ἀνιαθεῖεν, ἀλλὰ καὶ ὧν ταῖς οὐσίαις. 17.306πόλεις τε τὰς μὲν περιοικίδας καὶ ὑπὸ ἀλλοφύλων οἰκουμένας κοσμοῦντα ῶν ἐκ παύσασθαι καὶ καταλύσεώς τε καὶ ἀφανισμῷ τῶν ἐν τῇ ἀρχῇ αὐτοῦ κατῳκημένων. 17.307πενίας δὲ ἀπόρου τὸ ἔθνος ἀναπεπληκέναι σὺν ὀλίγοις εὔδαιμον παρειληφότα, τῶν τε εὐπατριδῶν ὁπότε κτείνειεν αὐτοὺς ἐπʼ ἀλόγοις αἰτίαις τὰς οὐσίας ἀποφερόμενον καὶ οἷς συγχωρήσειε τὴν ἀηδίαν τοῦ ζῆν ψίλωσιν χρημάτων καταδικάζοντα. 17.308καὶ χωρὶς μὲν πράσσεσθαι φόρους ἐπιβαλλομένους ἑκάστοις τὸ ἐπʼ ἔτος, χωρὶς δὲ εὐπορίας εἶναι παρακαταβολὰς αὐτῷ τε καὶ οἰκείοις καὶ φίλοις καὶ τῶν δούλων οἳ ἐπʼ ἐκπράξει τῶν φόρων ἐξίοιεν διὰ τὸ μὴ εἶναι κτήσει τοῦ ἀνυβρίστως μηδʼ ὅπως μηδʼ ἀργυρίων διδομένων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.301 Joseph. AJ 17.306 (English) >>Joseph. AJ 17.311

Powered by PhiloLogic